Ancient Greek · ~2 min
Book 14
Aelian, Ποικίλη ἱστορία 14.32
Not analysed yet
Λακεδαιμόνιος ἀνὴρ Τιμανδρίδας ὄνομα ἀποδημήσας τὸν υἱὸν ἀπέλιπε μελεδωνὸν τῆς οἰκίας. εἶτα ἐπανελθὼν χρόνῳ ὕστερον καὶ εὑρὼν τὴν οὐσίαν ποιήσαντα ἧς ἀπέλιπε πλείω, ἔφη πολλοὺς ἀδικεῖσθαι ὑπʼ αὐτοῦ θεούς τε καὶ οἰκείους καὶ ξένους· τὰ γὰρ περιττὰ τούτων ἐς ἐκείνους ἀναλίσκεσθαι ὑπὸ τῶν ἐλευθέρων. τὸ δὲ ζῶντα μὲν φαίνεσθαι πένητα, τελευτήσαντα δὲ καταφωραθῆναι πλούσιον, ἀλλὰ τοῦτο τῶν ἐν ἀνθρώποις ἐστὶν αἴσχιστον.