Ancient Greek · ~1 min
Book 14
Aelian, Ποικίλη ἱστορία 14.33
Not analysed yet
διελέγετο ὑπέρ τινων ὁ Πλάτων, παρὼν δʼ ὁ Διογένης ὀλίγον αὐτῷ προσεῖχεν. ἠγανάκτησεν οὖν ἐπὶ τούτοις ὁ Ἀρίστωνος καὶ ἔφη ʽἐπάκουσον τῶν λόγων, κύον. ʼ καὶ ὃς οὐδὲν διαταραχθεὶς ʽἀλλʼ ἐγὢ εἶπεν ʽοὐκ ἐπανῆλθον ἐκεῖσε ὅθεν ἐπράθην, ὥσπερ οἱ κύνες,ʼ αἰνιττόμενος αὐτοῦ τὴν ἐς Σικελίαν ὁδόν. εἰώθει δέ φασιν ὁ Πλάτων περὶ Διογένους λέγειν, ὅτι μαινόμενος οὗτος Σωκράτης ἐστίν.