Ancient Greek · ~2 min
Book 3
Aelian, Ποικίλη ἱστορία 3.12
Not analysed yet
οὔκ εἰσι θρυπτικοὶ πρὸς τοὺς ἐραστὰς οἱ ἐν Λακεδαίμονι καλοὶ οὐδὲ· ἀλαζόνες, ἐπεὶ τοὐναντίον ἢ παρὰ τοῖς ἄλλοις ὡραίοις τὰ ἐκ τούτων καταμαθεῖν ἐστιν. αὐτοὶ γοῦν δέονται τῶν ἐραστῶν εἰσπνεῖν αὐτοῖς· Λακεδαιμονίων δέ ἐστιν αὕτη ἡ φωνή, ἐρᾶν δεῖν λέγουσα. Σπαρτιάτης δὲ ἔρως αἰσχρὸν οὐκ οἶδεν· εἴτε γὰρ μειράκιον ἐτόλμησεν ὕβριν ὑπομεῖναι εἴτε ἐραστὴς ὑβρίσαι, ἀλλʼ οὐδετέροις ἐλυσιτέλησε τῇ Σπάρτῃ ἐγκαταμεῖναι· ἢ γὰρ τῆς πατρίδος ἀπηλλάγησαν ἢ καὶ τὸ ἔτι θερμότερον τοῦ βίου αὐτοῦ.