Ancient Greek · ~1 min
Book 3
Aelian, Ποικίλη ἱστορία 3.13
Not analysed yet
ὅτι φιλοινότατον ἔθνος τὸ τῶν Ταπύρων τοσοῦτον, ὥστε ζῆν αὐτοὺς ἐν οἴνῳ, καὶ τὸ πλεῖστον τοῦ βίου ἐν τῇ πρὸς αὐτὸν ὁμιλἵ̣?ʼ καταναλίσκειν. καὶ οὐ μόνον ἐς πόμα καταχρῶνται αὐτῷ, ἀλλὰ γὰρ καὶ χρῖμά ἐστιν αὐτοῖς ὁ οἶνος, ὥσπερ ἄλλοις τὸ ἔλαιον.