Ancient Greek
3.2 to 3.5
Aelian, Ποικίλη ἱστορία 3.2-5
Not analysed yet
Ἀναξαγόρᾳ τις τῷ Κλαζομενίῳ σπουδάζοντι πρὸς τοὺς ἑταίρους προσελθὼν ἔφη τεθνηκέναι οἱ τοὺς δύο παῖδας οὕσπερ οὖν εἶχε μόνους ὁ Ἀναξαγόρας. ὃ δὲ μηδὲν διαταραχθεὶς εἶπεν ʽᾔδειν θνητοὺς γεγεννηκώς. ʼ Ξενοφῶντι θύοντι ἧκέ τις ἐκ Μαντινείας ἄγγελος, λέγων τὸν υἱὸν αὐτοῦ τὸν Γρύλλον τεθνάναι· κἀκεῖνος ἀπέθετό μὲν τὸν στέφανον, διετέλει δὲ θύων. ἐπεὶ δὲ ὁ ἄγγελος προσέθηκε τῷ πρότερον λόγῳ καὶ ἐκεῖνον τὸν λέγοντα ὅτι νικῶν μέντοι τέθνηκε, πάλιν ὁ Ξενοφῶν ἐπέθετο τῇ κεφαλῇ τὸν στέφανον. ταῦτα μὲν οὖν δημώδη καὶ ἐς πολλοὺς ἐκπεφοίτηκεν. Δίων δὲ ὁ Ἱππαρίνου μὲν παῖς Πλάτωνος δὲ ὁμιλητὴς ἔτυχε μὲν χρηματίζων ὑπέρ τινων δημοσίων καὶ κοινῶν πραγμάτων, ὁ δὲ παῖς αὐτοῦ ἐκ τοῦ τέγους κατενεχθεὶς ἐς τὴν αὐλὴν τὸν βίον κατέστρεψεν. οὐδὲν οὖν ἐπὶ τούτοις μετεβάλετο ὁ Δίων, ἀλλʼ ὅπερ οὖν ἐξ ἀρχῆς ἔπραττε, τοῦτο καὶ δρῶν διετέλεσεν. Ἀντίγονόν γε μήν φασι τὸν δεύτερον ἐπεί τινες τὸν υἱὸν αὐτῷ ἐκ τῆς παρατάξεως ἐκόμισαν νεκρόν, εἶδε μὲν αὐτόν, οὐδὲν δὲ τρέψας τοῦ χρωτός, οὐδὲ μὴν ἐπιδακρύσας, ἐπαινέσας δὲ ὡς ἀγαθὸν στρατιώτην, θάπτειν προσέταξεν.