Ancient Greek · ~1 min
Book 3
Aelian, Ποικίλη ἱστορία 3.6
Not analysed yet
Κράτης ὁ Θηβαῖος τά τε ἄλλα μεγαλόφρων ὣν πεφώραται καὶ καταφρονητικὸς τῶν ὑπὸ τοῦ πλήθους θαυμαζομένων, ἀτὰρ οὖν καὶ χρημάτων καὶ πατρίδος. ὅτι μὲν οὖν τῆς οὐσίας ἀπέστη τοῖς Θηβαίοις, τοῦτο μὲν καὶ ἐς πάντας ἐξεφοίτησε· τὸ δὲ ἕτερον αὐτοῦ οὐ πᾶσι γνώριμον· ἔστι δὲ ἐκεῖνο. ἀπαλλαττόμενος τῶν Θηβῶν οἰκισθεισῶν πάλιν ἔφη ʽοὐ δέομαι πόλεως, ἣν Ἀλέξανδρος κατασκάψει ἄλλος. ʼ