Ancient Greek · ~2 min
Book 3
Aelian, Ποικίλη ἱστορία 3.20
Not analysed yet
Λυσάνδρῳ τῷ Σπαρτιάτῃ ἐς Ἰωνίαν ἀφικομένῳ οἱ κατὰ τὴν Ἰωνίαν ξένοι πολλὰ μὲν καὶ ἄλλα ἀπέπεμψαν ἀτὰρ οὖν καὶ βοῦν καὶ πλακοῦντα. ὃ δὲ ἀπιδὼν ἐς τὸν πλακοῦντα ἤρετο ʽτί βούλεται τὸ πέμμα ἐκεῖνο εἶναι; ʼ ὁ δὲ κομίζων ἀπεκρίνατο ὅτι ἐκ μέλιτος καὶ τυροῦ καὶ ἄλλων τινῶν ἐσκεύασται. ὁ δὲ Λύσανδρος ʽἀλλὰ τοῦτο μὲνʼ εἶπε ʽτοῖς Εἵλωσι δότε· ἐλευθέρου γὰρ οὐκ ἔστι βρῶμα. ʼ τὸν δὲ βοῦν προσέταξε κατὰ τὰ πάτρια σκευασθῆναι, καὶ ἐδεἵ̣?ʼησεν ἡδέως.