Ancient Greek
Book 3
Aelian, Ποικίλη ἱστορία 3.21
Not analysed yet
ἐπανῄει ποτὲ ἐκ διδασκαλείου παῖς ἔτι ὢν Θεμιστοκλῆς. εἶτα προσιόντος Πεισιστράτου ὁ παιδαγωγὸς ἔφη τῷ Θεμιστοκλεῖ μικρὸν ἐκχωρῆσαι τῆς ὁδοῦ προσάγοντος τοῦ τυράννου. ὃ δὲ καὶ πάνυ ἐλευθερίως ἀπεκρίνατο ʽαὕτη γὰρʼ εἶπεν ʽαὐτῷ οὐχ ἱκανὴ ὁδός; ʼ οὕτως ἄρα εὐγενές τι καὶ μεγαλόφρον ἐνεφαίνετο τῷ Θεμιστοκλεῖ καὶ ἐξ ἐκείνου.