Ancient Greek · ~1 min
Book 3
Aelian, Ποικίλη ἱστορία 3.27
Not analysed yet
πέπυσμαι καὶ τοῦτον τὸν λόγον· εἰ δὲ ἀληθής ἐστιν, οὐκ οἶδα· ὃ δʼ οὖν πέπυσμαι, ἐκεῖνό ἐστι. Πλάτων ὁ Ἀρίστωνος ὑπὸ πενίας φασὶ καταπονούμενος ἔμελλεν ἐπὶ στρατείαν ἀποδημῆσαι· καταληφθεὶς δὲ ὑπὸ Σωκράτους ὠνούμενος ὅπλα ὁ Πλάτων, ἀνεστάλη τῆς ὁρμῆς, διαλεχθέντος αὐτῷ τοῦ Σωκράτους ἃ εἰκὸς ἦν καὶ πείσαντος φιλοσοφίας ἐπιθυμῆσαι.