Ancient Greek
Book 3
Aelian, Ποικίλη ἱστορία 3.28
Not analysed yet
ὁρῶν ὁ Σωκράτης τὸν Ἀλκιβιάδην τετυφωμένον ἐπὶ τῷ πλούτῳ καὶ μέγα φρονοῦντα ἐπὶ τῇ περιουσίᾳ καὶ ἔτι πλέον ἐπὶ τοῖς ἀγροῖς, ἤγαγεν αὐτὸν ἔς τινα τῆς πόλεως τόπον ἔνθα ἀνέκειτο πινάκιον ἔχον γῆς περίοδον, καὶ προσέταξε τῷ Ἀλκιβιάδῃ τὴν Ἀττικὴν ἐνταῦθʼ ἀναζητεῖν. ὡς δʼ εὗρε, προσέταξεν αὐτῷ τοὺς ἀγροὺς τοὺς ἰδίους διαθρῆσαι. τοῦ δὲ εἰπόντος ʽἀλλʼ οὐδαμοῦ γεγραμμένοι εἰσίνʼ ʽἐπὶ τούτοις οὖνʼ εἶπε ʽμέγα φρονεῖς, οἵπερ οὐδὲν μέρος τῆς γῆς εἰσιν; ʼ