Ancient Greek · ~1 min
Book 3
Aelian, Ποικίλη ἱστορία 3.7
Not analysed yet
Δημοχάρης ὁ τοῦ Δημοσθένους ἀδελφιδοῦς ἐπιδεῖξαι βουλόμενος ὅτι τῆς ἐκ τῶν πολλῶν κακοφημίας ὑπερφρονεῖ, θεασάμενός τινας καθεζομένους ἐν ἰατρείῳ ψογεροὺς καὶ κακῶς ἀγορεύειν ἐκ παντὸς τρόπου διψῶντας ʽτί φατε ὑμεῖσʼ εἶπε Δ̔υσμενίδαι; ʼ τὸ ἦθος αὐτῶν ἅμα ἐκκαλύψας διὰ τούτου τοῦ ὀνόματος.