Ancient Greek
6.13 to 6.14
Aelian, Ποικίλη ἱστορία 6.13-14
Not analysed yet
καλῶς τὸ δαιμόνιον ἐπὶ τριγονίαν τυραννίδας μὴ ἄγον, ἀλλὰ ἢ παραχρῆμα ἐκτρῖβον τοὺς τυράννους πίτυος δίκην ἢ παίδων στερίσκον. μνημονεύονται δὲ ὑφʼ Ἑλλήνων ἐξ αἰῶνος καὶ ἐς ἐγγόνους διαρκέσαι αἵδε, ἥ τε Ἱέρωνος ἐν Σικελίᾳ καὶ ἡ τῶν Λευκωνιδῶν περὶ Βόσπορον καὶ ἡ τῶν Κυψελιδῶν ἐν Κορίνθῳ. ἡμερώτατον δὲ Δαρείου τοῦτο τὸ ἔργον ἀκούω τοῦ παιδὸς τοῦ Ὑστάσπου. Ἀρίβαζος ὁ Ὑρκανὸς ἐπεβούλευσεν αὐτῷ μετὰ καὶ ἄλλων ἀνδρῶν οὐκ ἀφανῶν ἐν Πέρσαις· ἦν δὲ ἡ ἐπιβουλὴ ἐν κυνηγεσίῳ. ἅπερ προμαθὼν ὁ Δαρεῖος οὐκ ἔπτηξεν, ἀλλὰ προστάξας αὐτοῖς λαβεῖν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἐκέλευσεν