Ancient Greek
Book 6
Aelian, Ποικίλη ἱστορία 6.15
Not analysed yet
αὐτοὺς διατείνασθαι τὰ παλτά, καὶ δριμὺ ἐνιδὼν ʽτί οὖν οὐ δρᾶτε τοῦτὀ εἶπεν ʽἐφʼ ὃ καὶ ὡρμήσατε; ʼ οἳ δὲ ἰδόντες ἄτρεπτον ἀνδρὸς βλέμμα ἀνεστάλησαν τὴν ὁρμήν. τὸ δέος δὲ αὐτοὺς κατέσχεν οὕτως, ὡς καὶ ἐκβαλεῖν τὰς αἰχμὰς καὶ ἀφάλασθαι τῶν ἵππων καὶ προσκυνῆσαι Δαρεῖον καὶ ἑαυτοὺς παραδοῦναι ὅ τι καὶ βούλοιτο πράττειν. ὃ δὲ διέστησεν ἄλλους ἄλλῃ, καὶ τοὺς μὲν ἐπὶ τὰ τῆς Ἰνδικῆς ὅρια ἀπέπεμψε, τοὺς δὲ ἐπὶ τὰ Σκυθικά. καὶ ἐκεῖνοι ἔμειναν αὐτῷ πιστοί, διὰ μνήμης ἔχοντες τὴν εὐεργεσίαν.