Ancient Greek · ~3 min
Book 7
Aelian, Ποικίλη ἱστορία 7.14
Not analysed yet
τί δέ; οὐκ ἦσαν καὶ οἱ φιλόσοφοι τὰ πολέμια ἀγαθοί; ἐμοὶ μὲν δοκοῦσιν, εἴ γε Ἀρχύταν μὲν εἵλοντο ἑξάκις στρατηγὸν Ταραντῖνοι, Μέλισσος δὲ ἐναυάρχησε, Σωκράτης δὲ ἐστρατεύσατο τρίς, Πλάτων δὲ καὶ αὐτὸς ἐς Τάναγραν καὶ ἐς Κόρινθον. τὴν δὲ Ξενοφῶντος στρατείαν καὶ στρατηγίαν πολλοὶ μὲν καὶ ἄλλοι ᾅδουσι καὶ αὐτὸς δὲ ὁμολογεῖ ἐν τοῖς περὶ Κύρου λόγοις. Δίων δὲ ὁ Ἱππαρίνου τὴν Διονυσίου τυραννίδα κατέλυσε. καὶ Ἐπαμεινώνδας βοιωταρχῶν ἐν Λεύκτροις ἐνίκησε Λακεδαιμονίους, καὶ τῶν Θηβαίων καὶ τῶν Ἑλλήνων πρῶτος ἐγένετο. πολλὰ δὲ καὶ Ζήνων ὑπὲρ Ἀθηναίων ἐπολιτεύσατο πρὸς Ἀντίγονον. οὐδὲν γὰρ διοίσει εἴτε τις διὰ γνώμης ὤνησέ τινας εἴτε διʼ ὅπλων.