Ancient Greek
7.15 to 7.18
Aelian, Ποικίλη ἱστορία 7.15-18
Not analysed yet
ἡνίκα τῆς θαλάττης ἦρξαν Μυτιληναῖοι, τοῖς ἀφισταμένοις τῶν συμμάχων τιμωρίαν ἐκείνην ἐπήρτησαν, γράμματα μὴ μανθάνειν τοὺς παῖδας αὐτῶν μηδὲ μουσικὴν διδάσκεσθαι, πασῶν κολάσεων ἡγησάμενοι βαρυτάτην εἶναι ταύτην, ἐν ἀμουσίᾳ καὶ ἀμαθίᾳ καταβιῶναι. ὅτι Ῥώμη ὑπὸ Ῥώμου καὶ Ῥωμύλου ἐκτίσθη τῶν Ἄρεος καὶ Σιλουίας παίδων. ἦν δὲ αὕτη μία τῶν Αἰνείου ἀπογόνων. ὅτε ἐς Σικελίαν ἧκεν Εὔδοξος, χάριν αὐτῷ πολλὴν ὁ Διονύσιος τῆς ἀφίξεως ᾔδει. ὃ δὲ οὐδέν τι πρὸς ταῦτα θωπεύσας οὐδὲ ὑποδραμὼν ʽἀφικόμηνʼ εἶπεν ʽὡσπερανεὶ πρὸς πανδοκέα ἀγαθόν, παρʼ ᾧ κατήγετο Πλάτων,ʼ ὁμολογήσας ὅτι μὴ διʼ ἐκεῖνον ἀλλὰ διὰ τοῦτον ἀφίκετο. Αἰγυπτίους φασὶ δεινῶς ἐγκαρτερεῖν ταῖς βασάνοις, καὶ ὅτι θᾶττον τεθνήξεται ἀνὴρ Αἰγύπτιος στρεβλούμενος ἢ τἀληθὲς ὁμολογήσει. παρὰ Ἰνδοῖς δὲ αἱ γυναῖκες τὸ αὐτὸ πῦρ ἀποθανοῦσι τοῖς ἀνδράσιν ὑπομένουσι. φιλοτιμοῦνται δὲ περὶ τούτου αἱ γυναῖκες τοῦ ἀνδρός· καὶ ἡ κλήρῳ λαχοῦσα συγκάεται.