Ancient Greek · ~2 min
7.3 to 7.4
Aelian, Ποικίλη ἱστορία 7.3-4
Not analysed yet
ὅτι Ἀρίστιππος ἑταίρων αὐτῷ τινων ὀδυρομένων βαρύτατα πολλὰ μὲν καὶ ἄλλα πρὸς αὐτοὺς εἶπε λύπης ἀνασταλτικά, καὶ ταῦτα δὲ ἐν προοιμίοις ʽἀλλʼ ἔγωγε ἥκω παρʼ ὑμᾶς οὐχ ὡς συλλυπούμενος, ἀλλʼ ἵνα παύσω ὑμᾶς λυπουμένους. ʼ ὅτι Πιττακὸς πάνυ σφόδρα ἐπῄνει τὴν μύλην, τὸ ἐγκώμιον αὐτῆς ἐκεῖνο ἐπιλέγων, ὅτι ἐν μικρῷ τόπῳ διαφόρως ἔστι γυμνάσασθαι. ἦν δέ τι ᾆσμα ἐπιμύλιον οὕτω καλούμενον.