Ancient Greek · ~3 min
Book 7
Aelian, Ποικίλη ἱστορία 7.2
Not analysed yet
Στράτων ὁ Σιδώνιος λέγεται τρυφῇ καὶ πολυτελείᾳ ὑπερβαλέσθαι σπεῦσαι ἀνθρώπους πάντας. καὶ Θεόπομπος ὁ Χῖος παραβάλλει αὐτοῦ τὸν βίον τῇ τῶν Φαιάκων διαίτῃ, ἥνπερ καὶ Ὅμηρος κατὰ τὴν ἑαυτοῦ μεγαλόνοιαν ὥσπερ εἴθιστο ἐξετραγῴδησεν. τούτῳ γε μὴν οὐχ εἷς παρῆν ᾠδός, κατᾴδων αὐτοῦ τὸ δεῖπνον καὶ καταθέλγων αὐτόν, ἀλλὰ πολλαὶ μὲν παρῆσαν γυναῖκες μουσουργοὶ καὶ αὐλητρίδες καὶ ἑταῖραι κάλλει διαπρέπουσαι καὶ ὀρχηστρίδες. διεφιλοτιμεῖτο δὲ ἰσχυρῶς καὶ πρὸς Νικοκλέα τὸν Κύπριον, ἐπεὶ καὶ ἐκεῖνος πρὸς αὐτόν. ἦν δὲ ἡ ἅμιλλα ὑπὲρ οὐδενὸς σπουδαίου, ἀλλʼ ὑπὲρ τῶν προειρημένων. καὶ πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τὰ παρʼ ἀλλήλοις, εἶτα ἀντεφιλοτιμοῦντο ἑκάτερος ὑπερβαλέσθαι τὸν ἕτερον. οὐ μὴν ἐς τὸ παντελὲς ἐν τούτοις διεγένοντο· ἀμφότεροι γὰρ βιαίου θανάτου ἔργον ἐγένοντο.