Ancient Greek
Book 8
Aelian, Ποικίλη ἱστορία 8.18
Not analysed yet
εὔθυμος ὁ Λοκρὸς τῶν ἐν Ἰταλίᾳ πύκτης ἀγαθὸς ἦν, ῥώμῃ τε σώματος πεπίστευται θαυμασιώτατος γενέσθαι· λίθον γὰρ μεγέθει μέγιστον δεικνύουσι Λοκροί, ὃν ἐκόμισε καὶ ἔθηκε πρὸ τῶν θυρῶν. καὶ τὸν ἐν Τεμέσῃ ἥρωα φόρους πραττόμενον παρὰ τῶν προσοίκων ἔπαυσεν· ἀφικόμενος γὰρ ἐς τὸ ἱερὸν αὐτοῦ, ὅπερ ἄβατον ἦν τοῖς πολλοῖς, διηγωνίσατο πρὸς αὐτόν, καὶ ἠνάγκασεν ὧνπερ ἐσύλησεν ἀποτῖσαι πλείω. ἐντεῦθέν τοι καὶ διέρρευσεν ἡ παροιμία ἡ λέγουσα ἐπὶ τῶν ἀλυσιτελῶς τι κερδαινόντων ὅτι αὐτοῖς ἀφίξεται ὁ ἐν Τεμέσῃ ἥρως. λέγουσι δὲ τὸν αὐτὸν Εὔθυμον καταβάντα ἐπὶ τὸν Καικῖνον ποταμὸν ὅς ἐστι πρὸ τῆς τῶν Λοκρῶν πόλεως ἀφανισθῆναι.