Ancient Greek
Book 8
Aelian, Ποικίλη ἱστορία 8.19
Not analysed yet
ὅτι τοῦτο ἐπιγέγραπται Ἀναξαγόρᾳ ἐνθάδʼ ὁ πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας οὐρανίου κόσμου κεῖται Ἀναξαγόρας. ὅτι καὶ βωμὸς αὐτῷ ἵσταται καὶ ἐπιγέγραπται οἳ μὲν Νοῦ οἳ δὲ Ἀληθείας.