Ancient Greek
Book 8
Aelian, Ποικίλη ἱστορία 8.2
Not analysed yet
Ἵππαρχος ὁ Πεισιστράτου παῖς πρεσβύτατος ὢν τῶν Πεισιστράτου καὶ σοφώτατος ἦν Ἀθηναίων. οὗτος καὶ τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν ἐς τὰς Ἀθήνας, καὶ ἠνάγκασε τοὺς ῥαψῳδοὺς τοῖς Παναθηναίοις αὐτὰ ᾅδειν. καὶ ἐπʼ Ἀνακρέοντα δὲ τὸν Τήιον πεντηκόντορον ἔστειλεν, ἵνα αὐτὸν πορεύσῃ ὡς αὑτόν. Σιμωνίδην δὲ τὸν Κεῖον διὰ σπουδῆς ἄγων ἀεὶ περὶ αὑτὸν εἶχε, μεγάλοις δώροις ὡς τὸ εἰκὸς πείθων καὶ μισθοῖς· καὶ γὰρ ὡς ἦν φιλοχρήματος ὁ Σιμωνίδης, οὐδεὶς ἀντιφήσει. ἔργον δὲ ἦν ἄρα τούτῳ τῷ Ἱππάρχῳ ἡ περὶ τοὺς πεπαιδευμένους σπουδή. καὶ ἐβούλετο ὑπὸ προσχήματι τῷ ἑαυτοῦ Ἀθηναίους παιδεύεσθαι, καὶ βελτιόνων αὐτῶν ὄντων ἄρχειν ἔσπευδεν· οὐκ ᾤετο γὰρ δεῖν οὐδενὶ φθονεῖν σοφίας, ἅτε ὢν καλὸς καὶ ἀγαθός. λέγει δὲ Πλάτων ταῦτα, εἰ δὴ ὁ Ἵππαρχος Πλάτωνός ἐστι τῷ ὄντι.