Ancient Greek · ~2 min
8.3 to 8.4
Aelian, Ποικίλη ἱστορία 8.3-4
Not analysed yet
ὅτι Ἀττικὸν τοῦτο τὸ ἔθος, ὅταν ὁ βοῦς ἀποσφαγῇ, τῶν μὲν ἄλλων ἀποψηφίζονται, κρίνοντες ἕκαστον ἐν τῷ μέρει φόνου· καταγινώσκουσι δὲ τῆς μαχαίρας, καὶ λέγουσι ταύτην ἀποκτεῖναι αὐτόν. καὶ ἐν ᾗ ταῦτα ἡμέρᾳ δρῶσι, Διιπόλια τὴν ἑορτὴν καλοῦσι καὶ Βουφόνια. πολίαρχόν φασι τὸν Ἀθηναῖον ἐς τοσοῦτον προελθεῖν τρυφῆς, ὥστε καὶ κύνας καὶ ἀλεκτρυόνας ἐκεί νους οἷς ἔχαιρεν ἐκκομίζειν ἀποθανόντας δημοσίᾳ. καὶ ἐπὶ τὴν ἐκφορὰν αὐτῶν παρεκάλει τοὺς φίλους, καὶ ἔθαπτεν αὐτοὺς πολυτελῶς, καὶ ἐπιστήματα αὐτοῖς ἀναστήσας ἐπιγράμματα κατʼ αὐτῶν ἐνεκόλαπτεν.