Ancient Greek
Book 8
Aelian, Ποικίλη ἱστορία 8.5
Not analysed yet
ὅτι Νηλεὺς ὁ Κόδρου τῆς βασιλείας ἀμοιρήσας ἀπέλιπε τὰς Ἀθήνας διὰ τὸ τὴν Πυθίαν Μέδοντι τὴν ἀρχὴν περιάψαι ἐς ἀποικίαν στελλόμενος. τῇ Νάξῳ δὲ προσωρμίσθη οὐχ ἑκών, ἀλλʼ ὑπὸ χειμῶνος βιασθείς· ἀπᾶραι δὲ βουλόμενον καταπνέοντες ἐναντίοι ἄνεμοι διεκώλυον. ἀποροῦντι δὲ αὐτῷ ὑπὲρ τῶν ἐνεστώτων, οἱ μάντεις ἔφασαν δεῖν καθαρθῆναι τὸ στρατόπεδον, ὡς συμπλεόντων πολλῶν οὐ καθαρῶν τὰς χεῖρας. προσεποιήσατο δὴ καὶ αὐτὸς ἀποκτεῖναί τινα παῖδα καὶ δεῖσθαι καθαρμοῦ· καὶ αὐτὸς ἀνεχώρησε, καὶ τοὺς ἄλλους ἔπεισε τοὺς συνειδότας ἑαυτοῖς. οὗ γενομένου καὶ γνωσθέντων ἐκείνων αὐτοὺς μὲν ἀπέλιπεν, οἳ δὲ ᾤκισαν τὴν Νάξον. Νηλεὺς δὲ ἐς τὴν Ἰωνίαν ἀφίκετο, καὶ πρῶτον μὲν ᾤκισε Μίλητον, Κᾶρας ἐξελάσας καὶ Μυγδόνας καὶ Λέλεγας καὶ ἄλλους βαρβάρους, ἀφʼ ὧν αἱ δώδεκα πόλεις ἐκλήθησαν ἐν Ἰωνίᾳ. εἰσὶ δὲ αἵδε, Μίλητος Ἔφεσος Ἐρυθραὶ Κλαζομεναὶ Πριήνη Λέβεδος Τέως Κολοφὼν Μυοῦς Φώκαια Σάμος καὶ Χίος. καὶ ἄλλας δὲ πολλὰς ὕστερον ᾤκισε πόλεις ἐν τῇ ἠπείρῳ.