Ancient Greek
9.34 to 9.37
Aelian, Ποικίλη ἱστορία 9.34-37
Not analysed yet
Διογένης ἐς Ὀλυμπίαν ἐλθὼν καὶ θεασάμενος ἐν τῇ πανηγύρει Ῥοδιακούς τινας νεανίσκους πολυτελῶς ἠσθημένους, γελάσας ʽτῦφοσʼ ἔφη ʽτοῦτό ἐστιν. ʼ εἶτα περιτυχὼν Λακεδαιμονίοις ἐν ἐξωμίσι φαύλαις καὶ ῥυπώσαις ʽἄλλοσʼ εἶπεν ʽοὗτος τῦφος. ʼ ὁ δὲ Σωκράτης ἰδὼν τὸν Ἀντισθένη τὸ διερρωγὸς τοῦ ἱματίου μέρος ἀεὶ ποιοῦντα φανερὸν, ʽοὐ παύσᾐ ἔφη ʽἐγκαλλωπιζόμενος ἡμῖν; ʼ ψάλτης Ἀντιγόνῳ ἐπεδείκνυτο. τοῦ δὲ πολλάκις λέγοντος ʽτὴν νήτην ἐπίσφιγξον,ʼ εἶτα πάλιν ʽτὴν μέσην,ʼ ὃ δὲ ἀγανακτήσας ἔφη ʽμὴ γένοιτό σοι οὕτω κακῶς, ὦ βασιλεῦ, ὡς ἐμοῦ ταῦτα ἀκριβοῦν μᾶλλον. ʼ Ἀνάξαρχος ὁ ἐπικληθεὶς Εὐδαιμονικὸς κατεγέλα Ἀλεξάνδρου ἑαυτὸν ἐκθεοῦντος. ἐπεὶ δὲ ἐνόσησέ ποτε Ἀλέξανδρος, εἶτα προσέταξεν αὐτῷ ὁ ἰατρὸς ῥόφημα σκευασθῆναι, γελάσας ὁ Ἀνάξαρχος ʽτοῦ μέντοι θεοῦ ἡμῶνʼ εἶπεν ʽἐν τρυβλίῳ αἱ ἐλπίδες κεῖνται. ʼ