Ancient Greek
Book 9
Aelian, Ποικίλη ἱστορία 9.38
Not analysed yet
ὁ μὲν Ἀλέξανδρος ἐς τὴν Ἴλιον ἦλθεν. ἀνασκοποῦντι δὲ αὐτῷ φιλοπόνως τῶν τις Τρώων προσελθὼν τὴν λύραν ἐδείκνυεν Ἀλεξάνδρου. ὃ δὲ ἔφη ʽπροτιμησαίμην ἂν μᾶλλον ἰδεῖν τὴν Ἀχιλλέως. ʼ ὑπέρευγε τοῦτο Ἀλέξανδρος· ἐπόθει γὰρ κτῆμα ἀγαθοῦ στρατιώτου, ᾧ συνῇδεν ἐκεῖνος τὰ τῶν ἀγαθῶν ἀνδρῶν κλέα. τοῦ δὲ Πάριδος τί ἄρα ᾖσεν ἡ λύρα, εἰ μὴ μέλη μοιχικὰ καὶ οἷα αἱρεῖν γυναῖκας καὶ θέλγειν;