Ancient Greek · ~2 min
Book 1
Aelian, Περὶ ζῴων ἰδιότητος 1.45
Not analysed yet
γυπῶν πτερὰ εἰ θυμιάσειέ τις, ὡς ἀκούω, καὶ ἐκ φωλεῶν καὶ ἐξ εἰλυῶν τοὺς ὄφεις προάξει ῥᾷστα. τὸ ζῷον ὁ δρυοκολάπτης ἐξ οὗ δρᾷ καὶ κέκληται. ἔχει μὲν γὰρ ῥάμφος ἐπίκυρτον, κολάπτει δὲ ἄρα τούτῳ τὰς δρῦς, καὶ ἐνταυθοῖ ὡς ἐς καλιὰν τοὺς νεοττοὺς ἐντίθησιν, οὐ δεηθεὶς καρφῶν καὶ τῆς ἐξ αὐτῶν πλοκῆς καὶ οἰκοδομίας οὐδὲ ἕν. οὐκοῦν εἴ τις λίθον ἐνθεὶς ἐπιφράξειε τῷ ὀρνέῳ τῷ προειρημένῳ τὴν ἔσδυσιν, ὃ δὲ συμβαλὼν τὴν ἐπιβουλὴν κομίζει πόαν ἐχθρὰν τῷ λίθῳ· ὃ δὲ οἷα βαρούμενος καὶ μὴ φέρων ἐξάλλεται, καὶ ἀνέῳγεν αὖθις τῷ προειρημένῳ ἡ φίλη ὑποδρομή.