Ancient Greek · ~3 min
Book 1
Aelian, Περὶ ζῴων ἰδιότητος 1.46
Not analysed yet
οἱ συνόδοντες οὐκ εἰσὶ μονίαι, οὐδὲ τὴν ἀπʼ ἀλλήλων ἐρημίαν τε καὶ διαίρεσιν ἀνέχονται. φιλοῦσι δὲ συναγελάζεσθαι καθʼ ἡλικίαν. καὶ οἱ μὲν νεώτεροι κατὰ ἴλας νήχονται, οἱ δὲ ἐντελέστεροι πάλιν κοινῇ· καὶ τὸ τοῦ λόγου τοῦτο ἧλιξ ἥλικα καὶ ἐκεῖνοι τέρπουσι, παρόντες παροῦσιν ὡς ἑταίροις καὶ φίλοις ἐκ τῶν αὐτῶν ἐπιτηδευμάτων τε καὶ διατριβῶν. τεχνάζονται δὲ πρὸς τοὺς θηρατὰς ὁποῖα. ὅταν ἁλιεὺς ἀνὴρ τὸ ἐς αὐτοὺς δέλεαρ καθῇ, περιελθόντες πάντες καὶ κυκλόσε γενόμενοι ἐς ἀλλήλους ὁρῶσιν, οἱονεὶ σύνθημα ἕκαστος ἑκάστῳ διδόντες μήτε πλησιάσαι μήτε ἅψασθαι τοῦ καθειμένου δελεάσματος. καὶ οἱ μὲν παρατεταγμένοι ἐς τοῦτο ἀτρεμοῦσιν· ἐκ δὲ ἀλλοτρίας ἀγέλης συνόδων ἀφίκετο, καὶ καταπίνει τὸ ἄγκιστρον, ἐρημίας λαβὼν μισθὸν τὴν ἅλωσιν. καὶ ὃ μὲν ἀνασπᾶται, οἳ δὲ ἤδη θαρροῦσιν ὡς οὐχ ἁλωσόμενοι, καὶ καταφρονήσαντες οὕτω θηρῶνται.