Ancient Greek · ~3 min
1.52 to 1.53
Aelian, Περὶ ζῴων ἰδιότητος 1.52-53
Not analysed yet
χελιδὼν δὲ ἄρα τῆς ὥρας τῆς ἀρίστης ὑποσημαίνει τὴν ἐπιδημίαν. καὶ ἔστι φιλάνθρωπος, καὶ χαίρει τῷδε τῷ ζῴῳ ὁμωρόφιος οὖσα, καὶ ἄκλητος ἀφικνεῖται, καὶ ὅτε οἱ φίλον καὶ ἔχει καλῶς, ἀπαλλάττεται. καὶ οἵ γε ἄνθρωποι ὑποδέχονται αὐτὴν κατὰ τὸν τῆς Ὁμηρικῆς ξενίας θεσμόν, ὃς κελεύει καὶ φιλεῖν τὸν παρόντα καὶ ἰέναι βουλόμενον ἀποπέμπειν. ἔχει τι πλεονέκτημα ἡ αἲξ τὴν τοῦ πνεύματος εἰσροήν, ὡς οἱ νομευτικοὶ λόγοι φασίν. ἀναπνεῖ γὰρ καὶ διὰ τῶν ὤτων καὶ διὰ τῶν μυκτήρων, καὶ αἰσθητικώτατον τῶν διχήλων ἐστί. καὶ τὴν μὲν αἰτίαν εἰπεῖν οὐκ οἶδα, ὃ δὲ οἶδα τοῦτο εἶπον. εἰ δὲ ποίημα Προμηθέως καὶ αἴξ, τί βουλόμενος τοῦτο εἰργάσατο, εἰδέναι καταλιμπάνω αὐτόν.