Ancient Greek · ~2 min
Book 1
Aelian, Περὶ ζῴων ἰδιότητος 1.54
Not analysed yet
καὶ ἔχεως δῆγμα καὶ ὄφεως ἄλλου φασὶν ἀντιπάλων μὴ διαμαρτάνειν φαρμάκων. καὶ τὰ μὲν αὐτῶν ἀκούω πώματα εἶναι, τὰ δὲ χρίματα· καὶ ἐπαοιδαὶ δὲ ἐπράυναν τὸν ἐγχρισθέντα ἰόν. ἀσπίδος δὲ ἀκούω μόνης δῆγμα ἀνίατον εἶναι καὶ ἐπικουρίας κρεῖττον. καὶ μισεῖν ἄξιον τὸ ζῷον τῆς εὐκληρίας τῆς ἐς τὸ κακόν. ἀλλὰ καὶ τούτου θηρίον μιαρώτερον καὶ ἀφυλακτότερον γυνὴ φαρμακίς, οἵαν ἀκούομεν καὶ τὴν Μήδειαν καὶ τὴν Κίρκην· τὰ μὲν γὰρ τῶν ἀσπίδων φάρμακα δήγματος ἔργα ἐστί, τὰ δὲ ἐκείνων ἀναιρεῖ καὶ ἐκ μόνης τῆς ἁφῆς, φασίν.