Ancient Greek
Book 10
Aelian, Περὶ ζῴων ἰδιότητος 10.17
Not analysed yet
ἀποσπώμενοι τῆς συνήθους γῆς οἱ ἐλέφαντες, καὶ ἐὰν ἡμερωθῶσι τὰ μὲν πρῶτα τοῖς δεσμοῖς καὶ τῷ λιμῷ, τὰ δὲ ἐπὶ τούτοις ταῖς τροφαῖς καὶ τῷ ποικίλῳ αὐτῶν, ὅμως τὸ φίλτρον τῆς θρεψαμένης χώρας οὐκ ἂν αὐτοῖς ποτε ἐξίτηλον γένοιτο. οἱ πλεῖστοι γοῦν ὑπὸ τῆς λύπης διαφθείρονται, ἤδη δέ τινες καὶ κλάοντες ἀστακτὶ καὶ ἀμέτροις τοῖς δακρύοις ἐπηρώθησαν τὴν ὄψιν. ἐσάγονται δὲ ἐς τὰς ναῦς διὰ γεφύρας, παρʼ ἑκάτερα αὐτῆς κλάδων τεθηλότων καὶ κομώντων πηγνυμένων καὶ ἄλλης ὕλης χλωρᾶς διασειομένης ἐς ἀπάτην τῶν θηρίων· εἰ γὰρ ταῦτα ὁρῷεν οἱ ἐλέφαντες, ἔτι καὶ τότε διὰ τῆς γῆς ἰέναι δοκοῦσιν, οὐδὲ ἐπιτρέπει ταῦτα ὁρᾶσθαι τὴν θάλατταν. βραχέα δέ ἐστι καὶ οὐκ ἀγχιβαθῆ τὰ πρὸ τῆς χώρας, ἐξ ἧς ἀνάγκη πλεῖν αὐτούς, καὶ αἱ ναῦς ἀφεστᾶσιν αἱ φορτίδες· καὶ διὰ ταῦτα τῆς γεφύρας δεῖ καὶ τῆς μηχανῆς τε καὶ ἐπιβουλῆς τῆς διὰ τῶν κλάδων καὶ τῆς ὕλης τῆς προειρημένης.