Ancient Greek · ~2 min
10.18 to 10.19
Aelian, Περὶ ζῴων ἰδιότητος 10.18-19
Not analysed yet
ἀκούω τὸν κριὸν τὸ ζῷον ἓξ μηνῶν χειμεριωτάτων κατὰ τῆς ἀριστερᾶς πλευρᾶς κεῖσθαι καὶ καθεύδειν, ὅταν αὐτὸν αἱρῇ καὶ περιλαμβάνῃ ὕπνος, ἀπὸ δὲ τῆς ἐαρινῆς ἰσημερίας ἔμπαλιν ἀναπαύεσθαι, καὶ κατὰ τῆς δεξιᾶς κεῖσθαι. οὐκοῦν καθʼ ἑκατέραν ἰσημερίαν τὴν κατάκλισιν ἀμείβει ὁ κριός. τοὺς ἰχθῦς τοὺς φάγρους Συηνῖται μὲν ἱεροὺς νομίζουσιν, οἱ δὲ οἰκοῦντες τὴν καλουμένην Ἐλεφαντίνην τοὺς μαιώτας· φῦλον δὲ ἄρα καὶ τοῦτο ἰχθύων. ἡ δὲ ἐς ἑκάτερον τὸ γένος ἐξ ἀμφοτέρων τιμὴ τὴν γένεσιν εἴληφεν ἐντεῦθεν. ἀνιέναι τε καὶ ἀναπλεῖν τοῦ Νείλου μέλλοντος οἳ δὲ προθέουσί τε καὶ νήχονται, οἱονεὶ τοῦ νέου ὕδατος ἄγγελοι, καὶ τὰς τῶν