Ancient Greek · ~2 min
Book 10
Aelian, Περὶ ζῴων ἰδιότητος 10.2
Not analysed yet
ἰχθύες δὲ ἄρα οὐ κατὰ τὴν αὐτὴν ὥραν ἐς ἀφροδίτην πρόθυμοι, ἀλλὰ οἳ μὲν ἦρος ἐπιθόρνυνται, οἳ δὲ θέρειον εἰλήχασι τὴν ὁρμὴν τήνδε, ἐν τῇ ὀπώρᾳ ἄλλοι, καὶ διὰ τοῦ χειμῶνος ὑπεξάπτονταί τινες ἐς τὴν προειρημένην σπουδήν. καὶ οἱ μὲν πλεῖστοι τοῦ ἔτους ἅπαξ ὠδίναντες εἶτα παύονται, λάβρακα δὲ ἀκούω καὶ ἐπιτίκτειν, τρίγλην δὲ καὶ τρὶς κύειν κατηγορεῖ φασι καὶ τὸ ὄνομα.