Ancient Greek
10.3 to 10.4
Aelian, Περὶ ζῴων ἰδιότητος 10.3-4
Not analysed yet
Ἡρόδοτος λέγει τὰς καμήλους ἐν τοῖς ὄπισθεν σκέλεσιν ἔχειν τέτταρας μηροὺς καὶ μέντοι καὶ γόνατα τοσαῦτα, τὰ δὲ ἄρθρα διὰ τῶν σκελῶν τῶν κατόπιν πρὸς τὴν οὐρὰν τετράφθαι αὐταῖς. τὰς οἶς τὰς Ἀραβίων ἔχειν οὐρὰς ἀήθεις ὡς πρὸς τὰς ἄλλας Ἡρόδοτος λέγει. γένη δὲ αὐτῶν εἶναι διπλᾶ ὁ αὐτὸς δήπου διδάσκει, καὶ μέντοι καὶ λέγει τὰς μὲν αὐτῶν ἔχειν οὐρὰς μηκίστας, ὡς εἶναι μετρήσαντι καὶ τριῶν πήχεων οὐκ ἐλάττους. ἅσπερ οὖν εἰ ἐῴη τις ἐπισύρειν, ἑλκοῦσθαι ἂν αὐτὰς πάντως