Ancient Greek
Book 10
Aelian, Περὶ ζῴων ἰδιότητος 10.37
Not analysed yet
ἡ γλαῦξ ἐπί τινα σπουδὴν ὡρμημένῳ ἀνδρὶ συνοῦσα καὶ ἐπιστᾶσα οὐκ ἀγαθόν σύμβολόν φασι. μαρτύριον δέ, ὁ Ἠπειρώτης Πύρρος νύκτωρ εὐθὺ τοῦ Ἄργους ᾔει, καὶ αὐτῷ ἐντυγχάνει ἥδε ἡ ὄρνις καθημένῳ μὲν ἐπὶ τοῦ ἵππου, φέροντί γε μὴν τὸ δόρυ ὀρθόν. εἶτα ἐπὶ τούτου ἑαυτὴν ἐκάθισεν, οὐδὲ ἀπέστη, δορυφοροῦσα οὐ χρηστὴν τὴν δορυφορίαν ἡ ὄρνις ἡ προειρημένη τήνδε. παρῆλθε γοῦν ὁ Πύρρος ἐς τὸ Ἄργος, καὶ ἀκλεέστατα ἀνθρώπων ἀπέθανεν. ἔνθεν μοι δοκεῖ καὶ Ὅμηρος εἰδὼς καλῶς τῆς ὄρνιθος τὸ οὐδαμῆ εὐσύμβολον ἐρωδιὸν μὲν τὸν ἐκ τῶν ποταμῶν ἀνεῖναι τοῖς ἀμφὶ τὸν Διομήδην τὴν Ἀθηνᾶν φάναι, ὅτε ἀπῄεσαν κατασκεψόμενοι τὰ τῶν Τρώων, μὴ μέντοι τὴν γλαῦκα, εἰ καὶ δοκεῖ φίλη εἶναι αὐτῇ. ὅτι δὲ ἡ Ἰλιὰς γῆ ἔνδροσός τε καὶ κατάρρυτός ἐστιν, Ὅμηρος τεκμηριῶσαι ἱκανὸς ἐν τοῖς πρὸ τῆς τειχομαχίας.