Ancient Greek
10.38 to 10.39
Aelian, Περὶ ζῴων ἰδιότητος 10.38-39
Not analysed yet
φοβερός ἐστιν τῷ καράβῳ ὁ πολύπους. ἐὰν γοῦν ἁλῶσί ποτε δικτύῳ ἑνί, οἱ κάραβοι τεθνήκασι παραχρῆμα. Λουσίας δὲ ποταμὸς ἐν Θουρίοις ὀνομάζεται, ὅσπερ οὖν ἔχει μὲν λευκότατον ὑδάτων αὐτὸς καὶ ῥεῖ διειδέστατα, τίκτει δὲ ἰχθῦς μέλανας ἰσχυρῶς. ἄμπελον ὁμώνυμον τῷ φυτῷ πάρδαλίν τινα οὕτω καλεῖσθαί φασι φύσεως ἰδίας παρὰ τὰς λοιπὰς μετειληχυῖαν, καὶ οὐρὰν οὐκ ἔχειν ἀκούω αὐτήν. ἥπερ οὖν εἰ ὀφθείη γυναιξίν, ἐς νόσον ἐμβάλλει ἀδόκητον αὐτάς.