Ancient Greek · ~3 min
Book 10
Aelian, Περὶ ζῴων ἰδιότητος 10.8
Not analysed yet
ὁ δελφὶς ὁ θῆλυς μαζοὺς ἔχει κατὰ τὰς γυναῖκας, καὶ θηλάζει τὰ βρέφη πάνυ ἀφθόνῳ καὶ πολλῷ τῷ γάλακτι. νήχονται δὲ κοινῇ μέν, καθʼ ἡλικίαν δὲ διακριθέντες· καὶ τῆς μὲν πρώτης τετάχαται οἱ νέοι καὶ ἁπαλοί, ἕπονται δὲ αὐτῶν τῇ νήξει οἱ τέλειοι. φιλότεκνον γὰρ καὶ φιλόστοργον ὁ δελφὶς ζῷον, καὶ ὑπὲρ τῶν βρεφῶν ὀρρωδεῖ. καὶ φυλακῆς χάριν ὡς ἐν φάλαγγι στρατιωτικῇ οἳ μὲν τῆς πρώτης εἰσίν, οἳ δὲ τῆς δευτέρας, οἳ δὲ τῆς τρίτης· καὶ προνήχονται μὲν οἱ νέοι, ἐπινήχονται δὲ αἱ θήλειαι, καὶ οἱ ἄρρενες οὐραγοῦσιν ἐφορῶντές τε καὶ παραφυλάττοντες τὴν τῶν ἐκγόνων τε καὶ τῶν γαμετῶν νῆξιν. τί πρὸς ταῦτα ὁ Νέστωρ, ὦ καλὲ Ὅμηρε, ὅνπερ οὖν ᾅδεις τακτικώτατον τῶν ἡρώων τῶν καθʼ ἑαυτὸν γεγονέναι;