Ancient Greek · ~2 min
Book 10
Aelian, Περὶ ζῴων ἰδιότητος 10.9
Not analysed yet
ἔχιν ἐχίδνης οἳ μὲν τῷ γένει διαφέρειν, οὐ μέντοι τῇ φύσει φασί· τὸν μὲν γὰρ εἶναι ἄρρενα, τὴν δὲ θήλειαν. οἳ δὲ καὶ τῇ φύσει διαφέρειν οἴονται· ἀλλοῖον μὲν γὰρ τοῦτο εἶναι ζῷον, ἀλλοῖον δὲ ἐκεῖνο. ἀκούω δέ τινων λεγόντων τοὺς μὲν ὑπὸ τοῦ ἔχεως δηχθέντας σπᾶσθαι, οὐ μὴν τοὺς ὑπὸ τῆς ἐχίδνης. ἕτεροι δέ φασι τὸ μὲν τῆς ἐχίδνης δῆγμα εἶναι λευκόν, τὸ δὲ τοῦ ἔχεως οὐ τοιοῦτον, πελιδνὸν δέ. Νίκανδρος δέ φησιν ἐκ μὲν τοῦ δήγματος ὅπερ οὖν ὁ ἔχις ἐμφύει δύο ὀδόντων ἴχνη φαίνεσθαι· πλειόνων δέ, εἰ δάκοι ἡ ἔχιδνα.