Ancient Greek
Book 11
Aelian, Περὶ ζῴων ἰδιότητος 11.21
Not analysed yet
κοχλίας δὲ ἄρα θαλάττιος ὁ ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ γινόμενος ὡραιότατος ἰδεῖν ἦν καὶ μέγιστος. ἔστι μὲν γὰρ φοῖνιξ τὸ ἔλυτρον, ἔχει δὲ καὶ ἕλικα διηθισμένην καὶ πεποικιλμένην ὑπὸ τῆς φύσεως. στέφανον ἂν εἴποις ὁρᾶν ἔκ τινος πολυχροίας ἀνθῶν διαπλακέντα πρασίνων τε καὶ χρυσοειδῶν καὶ κινναβαρίνων, ἐναλλὰξ τῶν χρωμάτων κατεσπαρμένων διαστήμασιν ἴσοις.