Ancient Greek · ~3 min
Book 11
Aelian, Περὶ ζῴων ἰδιότητος 11.22
Not analysed yet
τὸν δελφῖνα ἡ φύσις ἀεικίνητον εἰργάσατο, ὥς φασι, καὶ πέρας τούτῳ τῆς κινήσεως τὸ καὶ τοῦ βίου. ὕπνου γοῦν δεόμενος μετεωρίσας τὸ σῶμα καὶ ἀναπλεύσας ἐπʼ ἄκρον τὸ ὕδωρ, ὡς ὁρᾶσθαι πᾶς, καταδαρθάνει τηνικάδε· ἄυπνος δὲ καὶ ἄμοιρος τοῦδε τοῦ θεοῦ οὐδὲ οὗτός ἐστιν. ὅτι γοῦν καθεύδει, ὠθεῖται ἐς βυθόν, ἕως ἂν ψαύσῃ τῆς κάτω γῆς. ὅταν δὲ προσπελασθῇ αὐτῇ, διυπνίζεται κρουσθεὶς πρὸς τὸ δάπεδον, εἶτα ἀναδύνει. καὶ πάλιν ἐς ὕπνον ὑπαχθεὶς καὶ νικώμενος τοῦ θεοῦ κατολισθάνει, καὶ αὖθις ἀφυπνισθεὶς τῇ αὐτῇ κρούσει ἀναπλεῖ πάλιν. καὶ πολλάκις δρᾷ τοῦτο, μεταξὺ ἡσυχίας καὶ ἐνεργείας ὤν, οὐ μὴν ἐς ἀκινησίαν ἐκπίπτων παντελῆ ποτε.