Ancient Greek · ~2 min
Book 11
Aelian, Περὶ ζῴων ἰδιότητος 11.24
Not analysed yet
πάρδαλις δὲ ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ φύεται θαλάττῃ, ὡς οἱ θεασάμενοι λέγουσι, καὶ ἔοικε τὴν χρόαν καὶ τὰ στίγματα τὰ περιφερῆ τῇ ὀρείῳ παρδάλει. ὁ δὲ ὀξύρυγχος ὁ ἐνταῦθα γινόμενος ἔχει μὲν πρόμηκες τὸ στόμα, τοὺς δὲ ὀφθαλμοὺς χρυσοειδεῖς, τὰ δὲ βλέφαρα αὐτῷ λευκά· τῷ δὲ νώτῳ οἱ σημεῖά τε ἐπέστικται ὠχρά, καὶ πτέρυγες αὐτῷ αἱ μὲν παρʼ ἑκάτερα μέλαιναι, αἱ δὲ νωτιαῖαι λευκαί· καὶ ἡ οὐρὰ προμήκης τὸ σχῆμα, τὴν δὲ χρόαν πράσινός ἐστι, μέσην δὲ αὐτὴν διείληφε χρυσοειδὴς γραμμή.