Ancient Greek · ~4 min
Book 11
Aelian, Περὶ ζῴων ἰδιότητος 11.23
Not analysed yet
ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ γίνεται ἰχθὺς πλατὺς τὸ σχῆμα κατὰ τὴν βούγλωττον, ὥς φασι. καὶ φολίδας μὲν οὐ σφόδρα τραχύς ἐστι προσαψαμένῳ, τὴν χρόαν δὲ ὑπόχρυσός ἐστι, μελαίναις τε γραμμαῖς ἐς τὸ οὐραῖον ἀπὸ τῆς κεφαλῆς ἄκρας καταγέγραπται. εἴποι τις ἂν αὐτὰς εἶναι χορδὰς ἐντεταμένας· ἔνθεν τοι καὶ ὁ ἰχθὺς αὐτὸς κιθαρῳδὸς κέκληται. τὸ στόμα δὲ αὐτῷ συνίζει καὶ ἔστι μέλαν ἰσχυρῶς, ζώνῃ γε μὴν κροκοειδεῖ κατείληπται· πεποίκιλται δέ οἱ ἡ κορυφὴ διαφόρως τῇ τε χρυσοειδεῖ αὐγῇ καὶ μέντοι καὶ μελαίναις τισὶ περιγραφαῖς. καὶ πτερύγια χρυσοειδῆ ἔχει, μέλαινα δὲ αὐτῷ ἡ οὐρὰ πλὴν τῶν ἄκρων· ταῦτα δὲ λευκὰ ἰσχυρῶς. καὶ ἄλλοι δὲ ᾅδονται κιθαρῳδοὶ τίκτεσθαι. καί εἰσι πορφυροῖ μὲν τὸ πᾶν σῶμα, γραμμὰς ἐκ διαστημάτων ἔχοντες χρυσᾶς· ζώνας δʼ ἔχουσιν ἐπὶ τῇ κεφαλῇ ἴοις τοῖς ἄνθεσι παραπλησίας, τὴν μὲν πρὸ τῶν ὀφθαλμῶν μέχρι τῶν βραγχίων καθέρπουσαν, τὴν δὲ μετὰ τοὺς ὀφθαλμοὺς ἐς τὸ ἥμισυ τῆς κεφαλῆς προχωροῦσαν, τὴν δὲ περιθέουσαν κατὰ τῆς δέρης ὡς ὅρμον.