Ancient Greek · ~3 min
Book 11
Aelian, Περὶ ζῴων ἰδιότητος 11.4
Not analysed yet
τὴν Δήμητρα Ἑρμιονεῖς σέβουσι, καὶ θύουσιν αὐτῇ μεγαλοπρεπῶς τε καὶ σοβαρῶς, καὶ τὴν ἑορτὴν Χθόνια καλοῦσι. μεγίστας γοῦν ἀκούω βοῦς ὑπὸ τῆς ἱερείας τῆς Δήμητρος ἄγεσθαί τε πρὸς τὸν βωμὸν ἐκ τῆς ἀγέλης καὶ θύειν ἑαυτὰς παρέχειν. καὶ οἷς λέγω μάρτυς Ἀριστοκλῆς, ὅς πού φησι Δάματερ πολύκαρπε, σὺ κἠν Σικελοῖσιν ἐναργὴς καὶ παρʼ Ἐρεχθείδαις. ἓν δέ τι τοῦτο μέγα κρίνετʼ ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ ταῦρον, ὃν οὐ χειροῦντʼ ἀνέρες οὐδὲ δέκα, τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει τόνδʼ ἐπὶ βωμόν, ὃ δʼ ὡς ματέρι παῖς ἕπεται. σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης, καὶ πάντως θάλλοι κλᾶρος ἐν Ἑρμιόνῃ.