Ancient Greek
11.5 to 11.6
Aelian, Περὶ ζῴων ἰδιότητος 11.5-6
Not analysed yet
ἐν τῇ γῇ τῇ Δαυνίᾳ νεὼν μὲν εἶναι τῆς Ἀθηνᾶς τῆς Ἰλιάδος ᾅδουσι· τοὺς δὲ ἐνταυθοῖ κύνας τρεφομένους ὑμνοῦσι τῶν μὲν Ἑλλήνων τοὺς ἀφικνουμένους σαίνειν, ὑλακτεῖν δὲ τοὺς βαρβάρους. ἐν Ἀρκαδίᾳ δὲ χώρᾳ ἐστὶν ἱερὸν Πανός· αὐλὴ τῷ χώρῳ τὸ ὄνομα. οὐκοῦν ὅσα ἂν ἐνταυθοῖ τῶν ζῴων καταφύγῃ ὥσπερ οὐν ἱκέτας ὁ θεὸς διʼ αἰδοῦς ἄγων εἶτα μέντοι σώζει τὴν μεγίστην σωτηρίαν αὐτά· οἱ γάρ τοι λύκοι οἱ διώκοντες παρελθεῖν ἔσω πεφρίκασι καὶ ἀναστέλλονται μόνον θεασάμενοι οἷ κατέφυγεν. ἴδια δὴ καὶ τούτων τῶν ζῴων ἔοικε πρὸς σωτηρίαν ἀγαθά.