Ancient Greek · ~2 min
Book 11
Aelian, Περὶ ζῴων ἰδιότητος 11.8
Not analysed yet
ἄνω που λέλεκταί μοι τὰς μυίας τὰς ἐν Ὀλυμπίᾳ τῇ τῆς πανηγύρεως ἐπιδημίᾳ ἑκούσας ἀφίστασθαι καὶ ὡς ἂν εἴποι τις μετὰ τῶν γυναικῶν ἐπὶ τὴν ἀντιπέρας ὄχθην τοῦ Ἀλφειοῦ ἀπιέναι. ἐν δὲ τῇ Λευκάδι ἄκρα μέν ἐστιν ὑψηλή, νεὼς δὲ Ἀπόλλωνι ἵδρυται, καὶ Ἄκτιόν γε αὐτὸν οἱ τιμῶντες ὀνομάζουσιν. οὐκοῦν τῆς πανηγύρεως ἐπιδημεῖν μελλούσης, καθʼ ἣν καὶ τὸ πήδημα πηδῶσι τῷ θεῷ, θύουσι βοῦν ταῖς μυίαις, αἳ δὲ ἐμπλησθεῖσαι τοῦ αἵματος ἀφανίζονται. δεκασθεῖσαι μὲν οὖν ἀπαλλάττονται αὗται, αἱ δὲ Πισαῖαι ἀδέκαστοι. κρείττους ἄρα ἐκεῖναι, αἰδοῖ τοῦ θεοῦ, ἀλλὰ μὴ μισθοῦ τὰ δέοντα πράττουσαι.