Ancient Greek · ~2 min
Book 11
Aelian, Περὶ ζῴων ἰδιότητος 11.7
Not analysed yet
ἐν Κουριάδι αἱ ἔλαφοι ʽπλῆθος δὲ ἄρα τούτων τῶν θηρίων ἐνταῦθά ἐστι, καὶ πολλοὶ θηραταὶ περὶ τὴν ἄγραν αὐτῶν ἠνέμωνταἰ ὅταν καταφύγωσιν ἐς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν τὸ ἐνταυθοῖ ʽἔστι δὲ ἄλσος μέγιστονʼ, ὑλακτοῦσι μὲν οἱ κύνες, πλησίον δὲ ἐλθεῖν οὐχ ὑπομένουσιν· αἳ δὲ συστᾶσαι νέμονται ἄτρεπτον καὶ ἀδεᾶ τὴν νομήν, ἀπορρήτῳ τινὶ φύσει τὴν ὑπὲρ ἑαυτῶν σωτηρίαν τῷ θεῷ πιστεύουσαι αἱ ἔλαφοι.