Ancient Greek
Book 12
Aelian, Περὶ ζῴων ἰδιότητος 12.41
Not analysed yet
ὁ Γάγγης ὁ παρὰ τοῖς Ἰνδοῖς ῥέων ὑπαρχόμενος μὲν ἐκ τῶν πηγῶν βαθύς ἐστιν ἐς ὀργυιὰς εἴκοσι, πλατὺς δὲ ἐς ὀγδοήκοντα σταδίους· ἔτι γὰρ αὐθιγενεῖ τῷ ὕδατι πρόεισι καὶ ἀμιγεῖ πρὸς ἕτερον· προϊὼν δὲ τῶν ἄλλων ἐς αὐτὸν ἐμπιπτόντων καὶ ἀνακοινουμένων οἱ τὸ ὕδωρ ἐς βάθος μὲν ἥκει καὶ ἑξήκοντα ὀργυιῶν, πλατύνεται δὲ καὶ ὑπερεκχεῖται ἐς σταδίους τετρακοσίους. καὶ ἔχει νήσους Λέσβου τε καὶ Κύρνου μείζονας, καὶ τρέφει κήτη, καὶ ἐκ τῆς τούτων πιμελῆς ἄλειφα ἐργάζονται. εἰσὶ δὲ ἐν αὐτῷ καὶ χελῶναι, καὶ αὐταῖς τὸ χελώνιον πιθάκνης καὶ εἴκοσιν ἀμφορέας δεχομένης οὐ μεῖόν ἐστι. κροκοδείλων δὲ παιδεύει διπλᾶ γένη. καὶ τὰ μὲν αὐτῶν ἥκιστα βλάπτει, τὰ δὲ παμβορώτατα σαρκῶν ἐσθίει καὶ ἀφειδέστατα, καὶ ἔχουσιν ἐπʼ ἄκρου τοῦ ῥύγχους ἐξοχὴν ὡς κέρας. τούτοις τοι καὶ πρὸς τὰς τῶν κακούργων τιμωρίας ὑπηρέταις χρῶνται· τοὺς γὰρ ἐπὶ τοῖς μεγίστοις τῶν ἀδικημάτων ἑαλωκότας ῥίπτουσιν αὐτοῖς, καὶ δημίου δέονται ἥκιστα.