Ancient Greek · ~1 min
Book 12
Aelian, Περὶ ζῴων ἰδιότητος 12.42
Not analysed yet
δέλεαρ δὲ καθιᾶσιν οἱ σοφοὶ τὰ θαλάττια τοῖς μὲν σκάροις, ὡς Λεωνίδης φησί, κορίαννα καὶ καρτά, καὶ ἔστιν εὔθηρα ταῦτα καὶ ἑλεῖν ῥᾷστα· προσνεῖ γὰρ αὐτοῖς ὁ σκάρος γοητευόμενος ὥσπερ ἡδύσμασι. φύλλα δὲ τευτλίων αἱρεῖ τὰς τρίγλας· χαίρει γὰρ τῷδε τῷ λαχάνῳ τὸ ζῷον, καὶ διʼ αὐτοῦ ἁλίσκεταί τε καὶ δουλοῦται ῥᾷστα.