Ancient Greek
Book 14
Aelian, Περὶ ζῴων ἰδιότητος 14.3
Not analysed yet
ἁλίσκεται δὲ ἄρα ἰχθὺς καὶ ἄνευ κύρτων καὶ ἀγκίστρων καὶ δικτύων τὸν τρόπον τοῦτον. κόλποι θαλάττιοι πολλοὶ τελευτῶσιν ἐς τενάγη τινά, καὶ ἔστι ταῦτα ἐπιβατά. ὅταν οὖν ᾖ γαλήνη καὶ εἰρήνη πνευμάτων, οἱ τεχνῖται τῶν ἁλιέων ἄγουσι πολλοὺς ἐνταῦθα, εἶτα αὐτοὺς προστάττουσι βαδίζειν καὶ πατεῖν τὴν ψάμμον, ὡς ὅτι μάλιστα ἀπερείδοντας τὸ πέλμα ἰσχυρῶς. εἶτα ἴχνη καταλείπεται βαθέα, ἅπερ οὖν ἐὰν φυλαχθῇ, καὶ μή ποτε συμπεσοῦσα ἡ ψάμμος συγχέῃ αὐτά, μηδὲ ἐκταραχθῇ ὑπὸ πνεύματος τὸ ὕδωρ, ὀλίγον διαλείπουσιν οἱ ἁλιεῖς, καὶ ἐμβάντες καταλαμβάνουσιν ἐν τοῖς κοιλώμασι τῶν βημάτων καὶ τοῖς ἴχνεσι τοὺς ἰχθῦς τοὺς πλατεῖς εὐναζομένους, ψήττας τε καὶ ῥόμβους καὶ στρουθοὺς καὶ νάρκας καὶ τὰ τοιαῦτα.