Ancient Greek · ~3 min
Book 14
Aelian, Περὶ ζῴων ἰδιότητος 14.4
Not analysed yet
ἐχίνου θαλαττίου πέρι εἶπον καὶ ἀνωτέρω καὶ νῦν δὲ εἰρήσεται ὅσα προσακήκοα. ἔστι γὰρ καὶ στομάχῳ ἀγαθόν· τὸν τέως γὰρ κακόσιτον ὄντα καὶ πᾶν ὅ τι οὖν βδελυττόμενον ὃ δὲ ἀναρῥ̣?ʼννυσιν. ἔστι δὲ καὶ κύστεως κενωτικός, ὡς οἱτούτων λέγουσι σοφοί. εἰ δὲ αὐτοῦ ἐπιχρίσειας σώματι ψωριῶντι, ὃ δὲ σῶν ἐργάζεται τὸν τέως νοσοῦντα τὴν νόσον τὴν προειρημένην. καυθεὶς δὲ ἄρα ὀστράκοις αὐτοῖς ἐκκαθαίρει τὰ ῥυπῶντα τῶν τραυμάτων. χερσαίου δὲ ἐχίνου καυθέντος ἡ σποδιὰ πίττῃ προσανακραθεῖσα εἶτα μέντοι καταχρίεται τῶν λειψοτρίχων μερῶν, καὶ αἱ τέως φυγάδες ʽἵνα τι καὶ παίσὠ ὑπαναφύονται. πινομένη δὲ οἴνῳ νεφροῖς ἀγαθόν ἐστι, σώζει δὲ ἄρα καὶ ὑδεριῶντας ποθεῖσα, ὥσπερ δὴ καὶ προεῖπον. τὸ δὲ ἧπαρ ἄρα τοῦ ἐχίνου τούτου ἰᾶται ὑφʼ ἡλίου γενόμενον αὖον τοὺς τῇ νόσῳ τῇ τοῦ καλουμένου ἐλέφαντος