Ancient Greek · ~3 min
Book 16
Aelian, Περὶ ζῴων ἰδιότητος 16.21
Not analysed yet
Ὑπερελθόντι τὰ ὄρη τὰ γειτνιῶντα τοῖς Ἰνδοῖς κατὰ τὴν ἐνδοτάτω πλευρὰν φανοῦνταί φασιν αὐλῶνες δασύτατοι, καὶ καλεῖταί γε ὑπʼ Ἰνδῶν ὁ χῶρος Κόλουνδα. ἀλᾶται δὲ ἄρα φασὶν ἐν τοῖσδε τοῖς αὐλῶσι ζῷα Σατύροις ἐμφερῆ τὰς μορφάς, τὸ πᾶν σῶμα λάσια, καὶ ἔχει κατὰ τῆς ἰξύος ἵππουριν. καὶ καθʼ ἑαυτὰ μὲν μὴ ἐνοχλούμενα διατρίβει ἐν τοῖς δρυμοῖς ὑλοτραγοῦντα· ὅταν δὲ αἴσθωνται κυνηγετῶν κτύπου, καὶ ἀκούσωσι κυνῶν ὑλακῆς, ἀναθέουσιν ἐς τὰς ἀκρωρείας αὐτὰς ἀμάχῳ τῷ τάχει· καὶ γάρ εἰσι ταῖς ὀρειβασίαις ἐντριβεῖς. καὶ ἀπομάχονται πέτρας τινὰς κυλινδοῦντες κατὰ τῶν ἐπιόντων, καὶ καταλαμβανόμενοί γε πολλοὶ διαφθείρονται. καὶ ἐκ τούτων εἰσὶν ἐκεῖνοι δυσάλωτοι, καὶ μόλις ποτὲ καὶ διὰ μακροῦ τινὰς αὐτῶν ἐς Πρασίους κομίζεσθαι λέγουσι. καὶ τούτων μέντοι ἢ τὰ νοσοῦντα ἐκομίσθη ἢ θήλεά τινα κύοντα· καὶ συνέβη γε θηραθῆναι τοῖς μὲν διὰ τὴν νωθείαν, ταῖς δὲ διὰ τὸν τῆς γαστρὸς ὄγκον.