Ancient Greek
Book 16
Aelian, Περὶ ζῴων ἰδιότητος 16.22
Not analysed yet
ἔστι δὲ καὶ Σκιρᾶται πέραν Ἰνδῶν ἔθνος καὶ τοῦτο, καὶ εἰσὶ σιμοὶ τὰς ῥῖνας, εἴτε οὕτως ἐκ βρεφῶν ἁπαλῶν ἐνθλάσει τῇ τῆς ῥινὸς διαμείναντες, εἴτε καὶ τοῦτον τὸν τρόπον τίκτονται. γίνονται δὲ ὄφεις παρʼ αὐτοῖς μεγέθει μέγιστοι, ὧν οἳ μὲν ἁρπάζουσι τὰς ποίμνας καὶ σιτοῦνται, οἳ δὲ ἐκθηλάζουσι τὸ αἷμα, ὥσπερ οὖν παρὰ τοῖς Ἕλλησιν οἱ αἰγιθῆλαι, ὧνπερ οὖν καὶ ἀνωτέρω οἶδα ποιησάμενος μνήμην εὐκαιροτάτην.